Πρωτοβουλία Νέων
Ι.Ν. Αγίου Γεωργίου Λαρίσης
Βρίσκεστε στη σελίδα: Απολυτίκια
Δευτέρα, 23 Οκτωβρίου 2017

Ενημέρωση




ΑΠΟΛΥΤΙΚΙΑ


I.ΤΟΥ ΠΡΟΣΤΑΤΟΥ ΤΗΣ ΕΝΟΡΙΑΣ ΜΑΣ
Α­Γ. ΓΕ­ΩΡ­ΓΙ­ΟΥ ΜΕ­ΓΑ­ΛΟ­ΜΑΡ­ΤΥ­ΡΟΣ ῏Η­χος δ´.
῾Ως τῶν αἰ­χμα­λώ­των ἐ­λευ­θε­ρω­τής, καί τῶν πτω­χῶν ὑ­πε­ρα­σπι­στής, ἀ­σθε­νού­ντων ἰ­α­τρός, βα­σι­λέ­ων ὑ­πέρ­μα­χος, τρο­παι­ο­φό­ρε με­γα­λο­μάρ­τυς Γε­ώρ­γι­ε, πρέ­σβευ­ε Χρι­στῷ τῷ Θε­ῷ, σω­θῆ­ναι τάς ψυ­χάς ἡ­μῶν.
 


II.ΤΩΝ ΙΕΡΩΝ ΠΑΡΕΚΚΛΗΣΙΩΝ
1 ΑΓ.ΦΑΝΟΥΡΙΟΥ ῏Η­χος δ´. Βασίλειον διάδημα.

Οὐράνιον ἐφύμνιον ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, ἀγγέλων πολίτευμα. Ἄνωθεν ὑμνῳδίαις εὐφημοῦσι τούς ἄθλους, κάτωθεν Ἐκκλησία, τήν οὐράνιον δόξαν, ἥν εὗρες πόνοις καί ἄθλοις τοῖς σοῖς, Φανούριε ἔνδοξε.


2 Α­Γ. ΝΕ­ΚΤΑ­ΡΙ­ΟΥ ῏Ηχ.α´. Τῆς ἐ­ρή­μου πο­λί­της.

 



Ση­λυ­βρί­ας τόν γό­νον καί Αἰ­γί­νης τόν ἔ­φο­ρον, τόν ἐ­σχά­τοις χρό­νοις φα­νέ­ντα, ἀ­ρε­τῆς φί­λον γνή­σι­ον, Νε­κτά­ρι­ον τι­μή­σω­μεν πι­στοί, ὡς ἔν­θε­ον θε­ρά­πο­ντα Χρι­στοῦ· ἀ­να­βλύ­ζει γάρ ἰ­ά­σεις πα­ντο­δα­πάς, τοῖς εὐ­λα­βῶς κραυ­γά­ζου­σι· Δό­ξα τῷ σέ δο­ξά­σα­ντι Χρι­στῷ, δό­ξα τῷ σέ θαυ­μα­στώ­σα­ντι, δό­ξα τῷ ἐ­νερ­γοῦ­ντι δι­ά σοῦ, πᾶ­σιν ἰ­ά­μα­τα.



3 Α­Γ. ΛΟΥΚΑ ΤΟΥ ΙΑΤΡΟΥ ῏Η­χος πλ.α´. Τόν συ­νά­ναρ­χον Λό­γον.


Ἰατρόν καί ποιμένα, Λουκᾶν τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Ἀρχιερέα λαμπρόν, τόν βαστάσαντα Χριστοῦ τά θεῖα στίγματα, τάς ἐξορίας τά δεινά, ἐγκλεισμούς ἐν φυλακαῖς, τάς θλίψεις καί τά ὀνείδη, τόν ἐπ’ ἐσάτων φανέντα, ἐν τῇ Ρωσίᾳ νέον Ἅγιον.



4 ΑΓ. ΠΑ­ΡΑ­ΣΚΕΥ­ΗΣ ῏Η­χος α´.
Τήν σπου­δήν σου τῇ κλή­σει κα­τάλ­λη­λον, ἐρ­γα­σα­μέ­νη φε­ρώ­νυ­με, τήν ὁ­μώ­νυ­μόν σου πί­στιν, εἰς κα­τοι­κί­αν κε­κλή­ρω­σαι, Πα­ρα­σκευ­ή ἀ­θλη­φό­ρε· ὅ­θεν προ­χέ­εις ἰ­ά­μα­τα, καί πρε­σβεύ­εις ὑ­πέρ τῶν ψυ­χῶν ἡ­μῶν.


5 Α­Γ. ΦΙ­ΛΟ­ΘΕ­ΗΣ ῏Ηχ.πλ.α´. Τόν συ­νά­ναρ­χον Λό­γον.
᾿Α­θη­ναί­ων ἡ πό­λις ἡ πε­ρι­ώ­νυ­μος, Φι­λο­θέ­ην τι­μᾷ τήν ῾Ο­σι­ο­μάρ­τυ­ρα, καί ἀ­σπά­ζε­ται αὐ­τῆς τό θεῖ­ον λεί­ψα­νον, ὅ­τι ἐ­βί­ω­σε σε­μνῶς καί με­τήλ­λα­ξε τό ζῆν, ἀ­θλή­σει καί μαρ­τυ­ρί­ῳ, καί πρε­σβεύ­ει πρός τόν Σω­τῆ­ρα, δι­δό­ναι πᾶ­σι τό θεῖ­ον ἔ­λε­ος.


III.ΤΟΥ ΠΟΛΥΟΥΧΟΥ ΚΑΙ ΠΡΟΣΤΑΤΟΥ ΤΗΣ ΠΟΛΕΩΣ ΗΜΩΝ
Α­Γ. Α­ΧΙΛ­ΛΙ­ΟΥ ῏Ηχ.γ´ Θεί­ας πί­στε­ως.


Χαί­ρει ἔ­χου­σα ἡ Θεσ­σα­λί­α, σέ ἀ­κοί­μη­τον φρου­ρόν προ­στά­την, καί τῆς Λα­ρί­σης ἡ πό­λις ἀ­δά­μα­ντα, ἡ ᾿Εκ­κ­λη­σί­α τήν εὔ­η­χον σάλ­πιγ­γα τό τοῦ Υἱ­οῦ ὁ­μού­σι­ον κη­ρύ­ξα­σα. Πά­τερ ἅ­γι­ε, ῾Ι­ε­ράρ­χα ᾿Α­χίλ­λι­ε, Χρι­στόν τόν Θε­όν ἱ­κέ­τευ­ε, δω­ρή­σα­σθαι εἰ­ρή­νην ταῖς ψυ­χαῖς ἡ­μῶν.


ΔΙΑΦΟΡΩΝ ΑΓΙΩΝ

Αγίου Κοσμά του Αιτωλού

   


Αγίου Δημητρίου

   



Αγίου Σπυρίδωνος

   



Αγίων Αποστόλων Πέτρου και Παύλου

   

 

Web developement & design: QV-WEB